Αρχική > > ΠΑΤΡΙΑΡΧΕΙΑ > Πατριαρχείο Ιεροσολύμων > Ιεροσολύμων Θεόφιλος Γ΄: “εἶδον γάρ ἐν τῷ σπηλαίῳ βρέφος κείμενον τόν ἄναρχον”

Ιεροσολύμων Θεόφιλος Γ΄: “εἶδον γάρ ἐν τῷ σπηλαίῳ βρέφος κείμενον τόν ἄναρχον”

Ὁ οὐρανός καί ἡ γῆ σήμερον ἡνώθησαν,

τεχθέντος τοῦ Χριστοῦ.

Σήμερον Θεός ἐπί γῆς παραγέγονε

καί ἄνθρωπος εἰς οὐρανούς ἀναβέβηκεν.

Σήμερον ὁρᾶται σαρκί

ὁ φύσει ἀόρατος διά τόν ἄνθρωπον.

(Β΄ Στιχηρόν Ἰδιόμελον Λιτῆς Χριστουγέννων).

 

Ἐν χαρᾷ πεπληρωμένῃ, ἐν ἀγαλλιάσει, εὐχαριστίᾳ καί δοξολογίᾳ, ἡ Ἐκκλησία ἀνά τόν κόσμον ἑορτάζει σήμερον τήν Μητρόπολιν τῶν ἑορτῶν, τήν ἑορτήν τῆς ἐκ Παρθένου κατά σάρκα Γεννήσεως τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος  ἡμῶν Ἰησοῦ Χριστοῦ.

Κατά τήν ἑορτήν ταύτην ἡ Ἐκκλησία εὐχαριστεῖ τόν Θεόν, διότι πιστός ὤν ἐξεπλήρωσε τάς διά τῶν προφητῶν ἐπαγγελίας Αὐτοῦ πρός τόν ἄνθρωπον. «Λύτρωσιν ἀπέστειλε τῷ λαῷ Αὐτοῦ (Ψαλμ. 110, 9).  Ἐλεήμων καί φιλάνθρωπος ὤν ὁ Θεός,  «ὑπερεῖδε τούς χρόνους τῆς ἀγνοίας» (Πράξ. 17, 30) καί τῆς ἀποστασίας τοῦ ἀνθρώπου καί «ἐπεδήμησε πρός τούς ἀποδήμους τῆς αὐτοῦ χάριτος». Τόν ἄνθρωπον δραπέτην ὄντα ὡς ἀποδράσαντα τῆς πρός Αὐτόν κοινωνίας κατά τόν ἅγιον Κύριλλον Ἀλεξανδρείας (P.G. 75 908C), ὁ Θεός ἀνεζήτησε, εὗρε ὡς τό πλανηθέν πρόβατον, ἀνεκαίνισεν, ἀνεγέννησεν, ἐζωοποίησε, «μετεστοιχείωσε» καί ἐπανήνωσεν εἰς τήν κοινωνίαν, τήν ὁποίαν εἶχε μετ’ Αὐτοῦ ἅμα τῇ δημιουργίᾳ ἐν τῷ Παραδείσῳ.

Τοῦτο ἐποίησεν ὁ Θεός Πατήρ ἐν τῷ Υἱῷ Αὐτοῦ τῷ Μονογενεῖ. «Ὅτε ἦλθε τό πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλε τόν Υἱόν Αὐτοῦ εἰς τόν κόσμον, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπό νόμον, ἵνα τούς ὑπό νόμον ἐξαγοράσῃ, ἵνα τήν υἱοθεσίαν ἀπολάβωμεν», (Γαλ. 4, 4-5).  Ὁ Πατήρ ηὐδόκησε καί «ὁ Λόγος σάρξ ἐγένετο» (Ἰω. 1, 14). Κατά Κύριλλον Ἀλεξανδρείας «Ὁ ἐν ἀρχῇ Θεός Λόγος, ἐν κόλποις ὤν τοῦ Πατρός, ὑπέμεινε τήν δι’ ἡμᾶς κένωσιν ἑκών καί γέγονε σάρξ, τουτέστιν ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν δι’ ἡμᾶς καί ἐχρημάτισεν υἱός ἀνθρώπου, ἵνα δι΄ Αὐτοῦ ἡμεῖς πλουτήσωμεν Πατέρα τόν Θεόνἐκ Πνεύματος Ἁγίου καί Μαρίας τῆς Παρθένου, προσέλαβε σῶμα οὐκ ἄψυχον οὐδέ ἄνουν ἀλλά ἐψυχωμένον ψυχῇ λογικῇ, (Περί Ἐνανθρωπήσεως, PG 77, 989D & 1092C), ἵνα καταστήσῃ τόν ἄνθρωπον «κοινωνόν θείας φύσεως». (Β΄ Πέτρ. 1, 4).  Τό ἐν τῇ Ἐνανθρωπήσει πρόσλημμα, ἤτοι τήν ἀνθρωπότητα ὅλην, ἡγίασε διά τῆς ζωῆς Αὐτοῦ ὁ Κύριος καί διά τοῦ Σταυροῦ, τῆς Ἀναστάσεως καί Ἀναλήψεως Αὐτοῦ ἀνεβίβασεν εἰς τόν οὐρανόν καί ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ. Ὤ τῆς φιλανθρωπίας! Ὤ τῆς εὐνοίας! Ὤ τῆς δωρεᾶς! Ὁ Θεός ἐν τῷ Χριστῷ κατῆλθεν εἰς τήν γῆν καί ἀνεβίβασε τόν ἄνθρωπον εἰς τόν οὐρανόν.

Τό ὑπέρ φύσιν καί λόγον οὐράνιον μυστήριον τοῦτο ἔλαβε χώραν ἐν χρόνῳ καί τόπῳ, ἐπί Καίσαρος Ὀκταβιανοῦ Αὐγούστου και εἰς Βηθλεέμ τῆς Ἰουδαίας καί μάλιστα ἐν τῷ ἀπερίττῳ σπηλαίῳ τούτῳ, συνεργούντων καί μαρτυρούντων τῶν στοιχείων τῆς φύσεως καί Δυνάμεων Ἀσωμάτων. Ταῦτα κατά τόν θεολόγον τῆς ἐν Χριστῷ τῷ Θεῷ ἡμῶν μιᾶς ὑποστάσεως καί δύο φύσεων, θελήσεων καί ἐνεργειῶν ἅγιον Σωφρόνιον Πατριάρχην Ἱεροσολύμων ἦσαν «ἡ ἀστροκίνητος ἕλκυσις τῶν μάγων, ἡ τῶν ποιμένων οὐράνιος μύησις, ἡ δωροφορία καί ἡ προσκύνησις», (Συνοδική Ἐπιστολή (PG 87, 3176D). Μάγοι Περσῶν βασιλεῖς ὑπό ἀστέρος ὁδηγούμενοι καί ποιμένες ἀγραυλοῦντες ὑπό ἀγγέλων διά τοῦ «Δόξα ἐν ὑψίστοις Θεῷ καί ἐπί γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία» (Λουκ. 2, 14), προσκαλούμενοι, ἐπί τό αὐτό συνήντησαν καί ἔκθαμβοι πεσόντες προσεκύνησαν, «εἶδον γάρ ἐν τῷ σπηλαίῳ βρέφος κείμενον τόν ἄναρχον». 

Τήν ἀπαρχήν ταύτην τῶν μυστηρίων τοῦ Χριστοῦ παρέλαβε ἀπό τούς αὐτόπτας καί αὐτηκόους μάρτυρας αὐτοῦ καί διατηρεῖ ἀνά τούς αἰῶνας ἡ Ἐκκλησία. Διά τοῦ μυστηρίου τούτου διαπαιδαγωγεῖ, διαπλάσσει, εἰρηνοποεῖ, ζωοποιεῖ καί ἁγιάζει τά μέλη της. Τοῦτο διακηρύσσει τοῖς ἐγγύς καί τοῖς μακράν ἕως τῶν περάτων τῆς οἰκουμένης. Διά τούτου ἐξασκεῖ  τήν εἰρηνευτικήν αὐτῆς ἀποστολήν εἰς τόν κόσμον ὅλον, «τήν διακονίαν τῆς καταλλαγῆς, τήν ὁποίαν ἔδωσεν εἰς αὐτήν ὁ Θεός» (Β΄ Κορ. 5, 18), «ὁ καταλλάσσων τούς ἀνθρώπους ἑαυτῷ», (Β΄ Κορ. 5, 19) ἐν τῇ Ἐνανθρωπήσει τοῦ Υἱοῦ Αὐτοῦ.

Τό ὑπερφυές καί σωτήριον μυστήριον τοῦτο κηρύσσει καί ἡ τῶν Ἱεροσολύμων πρώτη Ἐκκλησία τῆς Χριστιανοσύνης, ἀπό τοῦ τόπου, ἐν ᾧ τοῦτο ἐπεφάνη, ἀπό τοῦ θεοδέγμονος σπηλαίου καί ἀπό τῆς ἐπ’ αὐτοῦ Κωνσταντινείου καί Ἰουστινιανείου Βασιλικῆς, εὐλογοῦσα τό ποίμνιον αὐτῆς ἐν τῇ Ἁγίᾳ Γῇ καί ὁπουδήποτε ἀνά τόν κόσμον, ὑποδεχομένη ἐν χαρᾷ ὡς ποίμνιον αὐτῆς τούς τιμῶντας Βηθλεέμ τήν ἁγίαν καί τούς προσκυνοῦντας τήν φάτνην, «ἐν ᾗ ἀνεκλίθη ὁ Ἀχώρητος»,  εὐσεβεῖς προσκυνητάς καί προσευχομένη ὑπέρ εὐημερίας, εἰρήνης καί ἀγαθῆς καταστάσεως τοῦ σύμπαντος κόσμου.

Ἐν τῇ Ἁγίᾳ Πόλει Βηθλεέμ, ΧΡΙΣΤΟΥΓΕΝΝΑ 2019

Διάπυρος πρός Κύριον εὐχέτης,

ΘΕΟΦΙΛΟΣ Γ΄

Πατριάρχης  Ἱεροσολύμων

Related posts